Π.Α. 7.395, Μάρκος Αργεντάριος
Κείμενο Σχόλια

ΠΑ 7.395 ΜΑΡΚΟΥ ΑΡΓΕΝΤΑΡΙΟΥ1

Οὗτος ὁ Καλλαίσχρου κενεὸς τάφος͵ ὃν βαθὺ χεῦμα

ἔσφηλεν Λιβυκῶν ἐκδρομέοντα πόρων͵

συρμὸς ὅτ΄ Ὠρίωνος ἀνεστρώφησε θαλάσσης

βένθος ὑπὸ στυγερῆς οἴδματα πανδυσίης.

καὶ τὸν μὲν δαίσαντο κυκώμενον εἰν ἁλὶ θῆρες͵

κωφὸν δὲ στήλη γράμμα λέλογχε τόδε. 2