Π.Α. 7.702, Απολλωνίδης
Κείμενο Σχόλια

ΠΑ 7.702 ΑΠΟΛΛΩΝΙΔΟΥ1


Ἰχθυοθηρητῆρα Μενέστρατον ὤλεσεν ἄγρη

δούνακος ἑξαμίτης ἐκ τριχὸς ἑλκομένη͵

εἶδαρ ὅτ΄ ἀγκίστρου φονίου πλάνον ἀμφιχανοῦσα

ὀξείην ἐρυθρὴ φυκὶς ἔβρυξε πάγην·

ἀγνυμένη δ΄ ὑπ΄ ὀδόντι κατέκτανεν ἅλματι λάβρῳ

ἐντὸς ὀλισθηρῶν δυσαμένη φαρύγων.2