Π.Α. 9.271, Απολλωνίδης
Κείμενο Σχόλια

ΠΑ 9.271 ΑΠΟΛΛΩΝΙΔΟΥ1


Καὶ πότε δινήεις ἄφοβος πόρος͵ εἰπέ͵ θάλασσα͵

εἰ καὶ ἐν ἀλκυόνων ἤμασι κλαυσόμεθα͵

ἀλκυόνων͵ αἷς πόντος ἀεὶ στηρίξατο κῦμα

νήνεμον͵ ὡς κρῖναι χέρσον ἀπιστοτέρην;

ἀλλὰ καὶ ἡνίκα μαῖα καὶ ὠδίνεσσιν ἀπήμων

αὐχεῖς͵ σὺν φόρτῳ δῦσας Ἀριστομένην. 2