Π.Α. 9. 29, Αντίφιλος Βυζάντιος
Κείμενο Σχόλια

ΠΑ 9.29 ΑΝΤΙΦΙΛΟΥ ΒΥΖΑΝΤΙΟΥ1


Τόλμα͵ νεῶν ἀρχηγέ, σὺ γὰρ δρόμον ηὕραο πόντου

καὶ ψυχὰς ἀνδρῶν κέρδεσιν ἠρέθισας͵

οἷον ἐτεκτήνω δόλιον ξύλον͵ οἷον ἔνεικας

ἀνθρώποις θανάτῳ κέρδος ἐλεγχόμενον.

ἦν ὄντως μερόπων χρύσεον γένος͵ εἴ γ΄ ἀπὸ χέρσου

τηλόθεν ὡς Ἀίδης πόντος ἀπεβλέπετο.2