1041-1070, Θέογνις
Κείμενο Σχόλια

1041-1042
δεῦρο σὺν αὐλητῆρι∙ παρὰ κλαίονται γελῶντες
πίνωμεν, κείνου κήδεσι τερπόμενοι.

1043-1044
εὕδωμεν∙ φυλακὴ δὲ πόλευς φυλάκεσσι μελήσει
ἀστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.

1045-1046
ναὶ μὰ Δί’, εἴ τις τῶνδε καὶ ἐγκεκαλυμμένος εὕδει,
ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.

1047-1054
σοὶ δ’ ἐγὼ οἷά τε παιδὶ πατὴρ ὑποθήσομαι αὐτὸς
ἐσθλά∙ σὺ δ’ ἐν θυμῶι καὶ φρεσὶ ταῦτα βάλευ.
μήποτ’ ἐπειγόμενος πράξηις κακόν, ἀλλὰ βαθείηι
σῆι φρενὶ βούλευσαι σῶι ἀγαθῶι τε νόωι.
τῶν γὰρ μαινομένων πέτεται θυμός τε νόος τε,
βουλὴ δ’ εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.

1055-1058
ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ σὺ
αὔλει, καὶ Μουσῶν μνησόμεθ’ ἀμφότεροι∙
αὐταὶ γὰρ τάδ’ ἔδωκαν ἔχειν κεχαρισμένα δῶρα
σοὶ καὶ ἐμοί, <μέλο>μεν δ’ ἀμφιπερικτίοσιν.

1059-1062
Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντι
γινώσκειν χαλεπόν, καίπερ ἐόντι σοφῶι.
οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσιν
πλούτωι, τοὶ δ’ ἀρετὴν οὐλομένηι πενίηι.

1063-1068
ἐν δ’ ἥβηι πάρα μὲν ξὺν ὁμήλικι πάννυχον εὕδειν,
ἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον∙
ἔστι δὲ κωμάζοντα μετ’ αὐλητῆρος ἀείδειν∙
τούτων οὐδὲν †Ï„ι ἄλλ’ ἐπιτερπνότερον
ἀνδράσιν ἠδὲ γυναιξί. τί μοι πλοῦτός τε καὶ αἰδώς;
τερπωλὴ νικᾶι πάντα σὺν εὐφροσύνηι.

1069-1070
ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵ τε θανόντας
κλαίουσ’, οὐδ’ ἥβης ἄνθος ἀπολλύμενον.