1013-1040, Θέογνις
Κείμενο Σχόλια

1013-1016
ἆ μάκαρ εὐδαίμων τε καὶ ὄλβιος, ὅστις ἄπειρος
ἄθλων εἰς Ἀΐδου δῶμα μέλαν κατέβη,
πρίν Ï„’ ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκηι
ἐξετάσαι τε φίλους ὅντιν’ ἔχουσι νόον.

1017-1022
αὐτίκα μοι κατὰ μὲν χροιὴ ῥέει ἄσπετος ἱδρώς,
πτοιῶμαι δ’ ἐσορῶν ἄνθος ὁμηλικίης
τερπνὸν ὁμῶς καὶ καλόν∙ ἐπὶ πλέον ὤφελεν εἶναι∙
ἀλλ’ ὀλιγοχρόνιον γίνεται ὥσπερ ὄναρ
ἥβη τιμήεσσα∙ Ï„ÏŒ δ’ οὐλόμενον καὶ ἄμορφον
αὐτίχ’ ὑπὲρ κεφαλῆς γῆρας ὐπερκρέμαται.

1023-1024
οὔποτε τοῖς ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσω
δύσλοφον, οὐδ’ εἴ μοι Τμῶλος ἔπεστι κάρηι.

1025-1026
δειλοί τοι κακότητι ματαιότεροι νόον εἰσίν,
τῶν δ’ ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.

1027-1028
ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,
τοῦ δ’ ἀγαθοῦ χαλεπὴ Κύρνε πέλει παλάμη.

1029-1036
τόλμα θυμὲ κακοῖσιν ὅμως ἄτλητα πεπονθώς∙
δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη.
μηδὲ σύ γ’ ἀπρήκτοισιν ἐπ’ ἔργμασιν ἄλγος ἀέξων
αὔχει μηδ’ αἴσχεα∙ μηδὲ φίλους ἀνία,
μηδ’ ἐχθροὺς εὔφραινε. θεῶν δ’ εἱμαρμένα δῶρα
οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,
οὔτ’ ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης,
οὔθ’ ὅταν αὐτὸν ἔχηι Τάρταρος ἠερόεις.

1037-1038
ἄνδρα τοί ἐστι’ ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι,
ὡς ἐν ἐμοὶ γνώμη Κύρνε πάλαι κέκριται.

1038a-1038b
ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώιον ἤδη,  
οὕνεκα τοῖς δειλοῖς οὐδεμί’ ἐστὶ χάρις.  

1039-1040
ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνον
μὴ πίνουσ’ ἄστροη καὶ κυνὸς ἀρχομένου.