Π.Α. 6. 349, Φιλόδημος
Κείμενο Σχόλια

ΠΑ 6. 349 ΦΙΛΟΔΗΜΟΥ1

Ἰνοῦς ὦ Μελικέρτα σύ τε γλαυκὴ μεδέουσα

Λευκοθέη πόντου͵ δαῖμον ἀλεξίκακε͵

Νηρῄδων τε χοροὶ καὶ κύματα καὶ σύ͵ Πόσειδον͵

καὶ Θρήιξ͵ ἀνέμων πρηΰτατε͵ Ζέφυρε͵

ἵλαοί με φέροιτε διὰ πλατὺ κῦμα φυγόντα

σῷον ἐπὶ γλυκερὴν ᾐόνα Πειραέως.2