963-988, Θέογνις
Κείμενο Σχόλια

963-970
μήποτ’ ἐπαινήσηις, πρὶν ἂν εἰδῆις ἄνδρα σαφηνέως,
ὀργὴν καὶ ῥυθμὸν καὶ τρόπον ὅστις ἂν ἦι.
πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες
κρύπτουσ’, ἐνθέμενοι θυμὸν ἐφημέριον∙
τούτων δ’ ἐκφαίνει πάντως χρόνος ἦθος ἑκάστου.
καὶ γὰρ ἐγὼν γνώμης πολλὸν ἄρ’ ἐκτὸς ἔβην∙
ἔφθην αἰνήσας πρὶν σοῦ κατὰ πάντα δαῆναι
ἤθεα∙ νῦν δ’ ἤδη νηῦς ἅθ’ ἑκὰς διέχω.

971-972
τίς δ’ ἀρετὴ πίνοντ’ ἐπιοίνιον ἆθλον ἑλέσθαι;
πολλάκι τοι νικᾶι καὶ κακὸς ἄνδρ’ ἀγαθόν.

973-978
οὐδεὶς ἀνθρώπων, ὃν πρῶτ’ ἐπὶ γαῖα καλύψηι
εἴς Ï„’ ἔρεβος καταβῆι, δώματα Περσεφόνης,
τέρπεται οὔτε λύρης οὔτ’ αὐλητῆρος ἀκούων
οὔτε Διωνύσου δῶρ’ ἐπαειρόμενος.
ταῦτ’ ἐσορῶν κραδίηι εὖ πείσομαι, ὄφρά Ï„’ ἐλαφρὰ
γούνατα, καὶ κεφαλὴν ἀτρεμέως προφέρω.

979-982
μή μοι ἀνὴρ εἴη γλώσσηι φίλος, ἀλλὰ καὶ ἔργωι∙
χερσίν τε σπεύδοι χρήμασί Ï„’, ἀμφότερα∙
μηδὲ παρὰ κρητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοι,
ἀλλ’ ἔρδων φαίνοιτ’ εἴ τι δύναιτ’ ἀγαθόν.

983-988
ἡμεῖς δ’ ἐν θαλίησι φίλον καταθώμεθα θυμόν,
ὄφρ’ ἔτι τερπωλῆς ἔργ’ ἐρατεινὰ φέρηι.
αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἤβη∙
οὐδ’ ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,
αἵ τε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν
λάβρως, πυροφόρωι τερπόμεναι πεδίωι.