931-962, Θέογνις
Κείμενο Σχόλια

931-932
φείδεσθαι μὲν ἄμεινον, ἐπεὶ οὐδὲ θανόντ’ ἀποκλαίει
οὐδείς, ἢν μὴ ὁρᾶι χρήματα λειπόμενα.

933-938
παύροις ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὀπηδεῖ∙ 
ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.
πάντές μιν τιμῶσιν∙ ὁμῶς νέοι οἵ τε κατ’ αὐτὸν
χώρης εἴκουσιν τοί τε παλαιότεροι.
Γηράσκων <δ’> ἀστοῖσι μεταπρέπει, οὐδέ τις αὐτὸν
βλάπτειν οὔτ’ αἰδοῦς οὔτε δίκης ἐθέλει.

939-942
οὐ δύναμαι φωνῆι λίγ’ ἀειδέμεν ὥσπερ ἀηδών∙
καὶ γὰρ τὴν προτέρην νύκτ’ ἐπὶ κῶμον ἔβην.
οὐδὲ τὸν αὐλητὴν προφασίζομαι∙ ἀλλά μ’ ἑταῖρος
ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενος.

943-944
ἐγγύθεν αὐλητῆρας ἀείσομαι ὧδε καταστὰς
δεξιός, ἀθανάτοις θεοῖσιν ἐπευχόμενος.

945-946
εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσε
κλινόμενος∙ χρὴ γάρ μ’ ἄρτια πάντα νοεῖν.

947-948
πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτ’ ἐπὶ δήμωι
τρέψας οὔτ’ ἀδίκοις ἀνδράσι πειθόμενος.

949-954
νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθὼς 
ποσσὶ καταμάρψας αἵματος οὐκ ἔπιον∙          
τειχέων δ’ ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα∙ 
ζευξάμενος δ’ ἵππους ἅρματος οὐκ ἐπέβην∙
πρήξας δ’ οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας,
δρήσας δ’ οὐκ ἔδρησ’, ἤνυσα δ’ οὐκ ἀνύσας.

955-956
δειλοὺς εὖ ἔρδοντι δύω κακά∙ τῶν τε γὰρ αὐτοῦ
χηρώσει πολλῶν, καὶ χάρις οὐδεμία.

957-958
εἴ τι παθὼν ἀπ’ ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν οἶδας,
χρήιζων ἡμετέρους αὖθις ἵκοιο δόμους.

959-962
ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης μελανύδρου,
ἡδύ τί μοι ἐδόκει καὶ καλὸν ἦμεν ὕδωρ∙
νῦν δ’ ἤδη τεθόλωται, ὕδωρ δ’ ἀναμίσγεται ὕδει∙
ἄλλης δὲ κρίνης πίομαι ἢ ποταμοῦ.