903-930, Θέογνις
Κείμενο Σχόλια

ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα †Î¸Î·Ïá¿¶Î½,
κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.
εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τι
ἤμελλ’ ἐκτελέσας εἰς Ἀΐδαο περᾶν,
εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνεν,
φείδεσθαι μᾶλλον τοῦτον, ἵν’ εἶχε βίον∙
νῦν δ’ οὐκ ἔστιν, ὃ δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν
καὶ δάκνομαι ψυχήν, καὶ δίχα θυμὸν ἔχω.
ἐν τριόδωι δ’ ἕστηκα∙ δύ’ εἰσὶ τὸ πρόσθεν ὁδοί μοι∙  
φροντίζω τούτων ἥντιν’ ἴω προτέρην∙ 
á¼¢ μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι, 
ἦ ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.
εἶδον μὲν γὰρ ἔγωγ’ ὃς ἐφείδετο, κοὔποτε γαστρὶ
σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου∙
ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄϊδος εἴσω,
χρήματα δ’ ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν∙
ὥστ’ ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν ὧι κ’ ἐθέληι τις.
εἶδον δ’ ἄλλον ὃς ἧι γαστρὶ χαριζόμενος
χρήματα μὲν διέτριψεν, ἔφη δ’ «á½‘πάγω φρένα τέρψας»âˆ™
πτωχεύει δὲ φίλους πάντας, ὅπου τιν’ ἴδηι.
οὕτω Δημόκλεις κατὰ χρήματ’ ἄριστον ἁπάντων
τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν∙
οὔτε γὰρ ἂν προκαμὼν ἄλλωι καμάτου μεταδοίης,
οὔτ’ ἂν πτωχεύων δουλοσύνην τελέοις.
οὐδ’ εἰ γῆρας ἵκοιο Ï„á½° χρήματα πάντ’ ἀποδραίη∙
ἐν δὲ τοιῶιδε γένει χρήματ’ ἄριστον ἔχειν.
ἢν μὲν γὰρ πλουτῆις, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,
παῦροι, κοὐκέθ’ ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός.