Έκτος Ισθμιόνικος, Πίνδαρος
Κείμενο Σχόλια

Έκτος Ισθμιόνικος

VI

(480)

<ΦΥΛΑΚΙΔΑΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΑΓΚΡΑΤΙΩΙ>

Α’

Θάλλοντος ἀνδρῶν ὡς ὅτε συμποσίου

δεύτερον κρατῆρα Μοισαίων μελέων

κίρναμεν Λάμπωνος εὐαέθλου γενεᾶς ὕπερ͵ ἐν

Νεμέᾳ μὲν πρῶτον͵ ὦ Ζεῦ͵

τὶν ἄωτον δεξάμενοι στεφάνων͵

νῦν αὖτε Ἰσθμοῦ δεσπότᾳ

Νηρεΐδεσσί τε πεντήκοντα παίδων ὁπλοτάτου

Φυλακίδα νικῶντος. εἴη δὲ τρίτον

σωτῆρι πορσαίνοντας Ὀ-

λυμπίῳ Αἴγιναν κάτα

σπένδειν μελιφθόγγοις ἀοιδαῖς.

εἰ γάρ τις ἀνθρώπων δαπάνᾳ τε χαρείς

καὶ πόνῳ πράσσει θεοδμάτους ἀρετάς

σύν τέ οἱ δαίμων φυτεύει δόξαν ἐπήρατον͵ ἐ-

σχατιαῖς ἤδη πρὸς ὄλβου

βάλλετ΄ ἄγκυραν θεότιμος ἐών.

τοίαισιν ὀργαῖς εὔχεται

ἀντιάσαις Ἀΐδαν γῆράς τε δέξασθαι πολιόν

ὁ Κλεονίκου παῖς· ἐγὼ δ΄ ὑψίθρονον

Κλωθὼ κασιγνήτας τε προσ-

εννέπω ἑσπέσθαι κλυταῖς

ἀνδρὸς φίλου Μοίρας ἐφετμαῖς.

ὔμμε τ΄͵ ὦ χρυσάρματοι Αἰακίδαι͵

τέθμιόν μοι φαμὶ σαφέστατον ἔμμεν

τάνδ΄ ἐπιστείχοντα νᾶσον ῥαινέμεν εὐλογίαις.

μυρίαι δ΄ ἔργων καλῶν τέ-

τμανθ΄ ἑκατόμπεδοι ἐν σχερῷ κέλευθοι

καὶ πέραν Νείλοιο παγᾶν καὶ δι΄ Ὑπερβορέους·

οὐδ΄ ἔστιν οὕτω βάρβαρος

οὔτε παλίγγλωσσος πόλις͵

ἅτις οὐ Πηλέος ἀΐει κλέος ἥ-

ρωος͵ εὐδαίμονος γαμβροῦ θεῶν͵

Î’’

οὐδ΄ ἅτις Αἴαντος Τελαμωνιάδα

καὶ πατρός· τὸν χαλκοχάρμαν ἐς πόλεμον

ἆγε σὺν Τιρυνθίοισιν πρόφρονα σύμμαχον ἐς

Τροΐαν͵ ἥρωσι μόχθον͵

Λαομεδοντιᾶν ὑπὲρ ἀμπλακιᾶν

ἐν ναυσὶν Ἀλκμήνας τέκος.

εἷλε δὲ Περγαμίαν͵ πέφνεν δὲ σὺν κείνῳ Μερόπων

ἔθνεα καὶ τὸν βουβόταν οὔρεϊ ἴσον

Φλέγραισιν εὑρὼν Ἀλκυο-

νῆ͵ σφετέρας δ΄ οὐ φείσατο

χερσὶν βαρυφθόγγοιο νευρᾶς

Ἡρακλέης. ἀλλ΄ Αἰακίδαν καλέων

ἐς πλόον κύρησεν δαινυμένων.

τὸν μὲν ἐν ῥινῷ λέοντος στάντα κελήσατο νε-

κταρέαις σπονδαῖσιν ἄρξαι

καρτεραίχμαν Ἀμφιτρυωνιάδαν͵

ἄνδωκε δ΄ αὐτῷ φέρτατος

οἰνοδόκον φιάλαν χρυσῷ πεφρικυῖαν Τελαμών͵

ὁ δ΄ ἀνατείναις οὐρανῷ χεῖρας ἀμάχους

αὔδασε τοιοῦτον ἔπος·

«Î•á¼´ ποτ΄ ἐμᾶν͵ ὦ Ζεῦ πάτερ͵

θυμῷ θέλων ἀρᾶν ἄκουσας͵

νῦν σε͵ νῦν εὐχαῖς ὑπὸ θεσπεσίαις

λίσσομαι παῖδα θρασὺν ἐξ Ἐριβοίας

ἀνδρὶ τῷδε ξεῖνον ἁμὸν μοιρίδιον τελέσαι·

τὸν μὲν ἄρρηκτον φυάν͵ ὥσ-

περ τόδε δέρμα με νῦν περιπλανᾶται

θηρός͵ ὃν πάμπρωτον ἀέθλων κτεῖνά ποτ΄ ἐν Νεμέᾳ˙

θυμὸς δ΄ ἑπέσθω. ταῦτ΄ ἄρα

οἱ φαμένῳ πέμψεν θεός

ἀρχὸν οἰωνῶν μέγαν αἰετόν· ἁ-

δεῖα δ΄ ἔνδον νιν ἔκνιξεν χάρις͵

Γ’

εἶπέν τε φωνήσαις ἅτε μάντις ἀνήρ

«á¼œÏƒÏƒÎµÏ„αί τοι παῖς͵ ὃν αἰτεῖς͵ ὦ Τελαμών·

καί νιν ὄρνιχος φανέντος κέκλευ ἐπώνυμον εὐ-

ρυβίαν Αἴαντα͵ λαῶν

ἐν πόνοις ἔκπαγλον Ἐνυαλίου.»

ὣς ἦρα εἰπὼν αὐτίκα

ἕζετ΄. ἐμοὶ δὲ μακρὸν πάσας ἀναγήσασθ΄ ἀρετάς·

Φυλακίδᾳ γὰρ ἦλθον͵ ὦ Μοῖσα͵ ταμίας

Πυθέᾳ τε κώμων Εὐθυμέ-

νει τε· τὸν Ἀργείων τρόπον

εἰρήσεταί που κἀν βραχίστοις.

ἄραντο γὰρ νίκας ἀπὸ παγκρατίου

τρεῖς ἀπ΄ Ἰσθμοῦ͵ τὰς δ΄ ἀπ΄ εὐφύλλου Νεμέας͵

ἀγλαοὶ παῖδές τε καὶ μάτρως. ἀνὰ δ΄ ἄγαγον ἐς

φάος οἵαν μοῖραν ὕμνων˙

τὰν Ψαλυχιαδᾶν δὲ πάτραν Χαρίτων

ἄρδοντι καλλίστᾳ δρόσῳ͵

τόν τε Θεμιστίου ὀρθώσαντες οἶκον τάνδε πόλιν

θεοφιλῆ ναίοισι· Λάμπων δὲ μελέταν

ἔργοις ὀπάζων Ἡσιό-

δου μάλα τιμᾷ τοῦτ΄ ἔπος͵

υἱοῖσί τε φράζων παραινεῖ͵

ξυνὸν ἄστει κόσμον ἑῷ προσάγων·

καὶ ξένων εὐεργεσίαις ἀγαπᾶται͵

μέτρα μὲν γνώμᾳ διώκων͵ μέτρα δὲ καὶ κατέχων˙

γλῶσσα δ΄ οὐκ ἔξω φρενῶν φαί-

ης κέ νιν ἄνδρ΄ ἐν ἀεθληταῖσιν ἔμμεν

Ναξίαν πέτραις ἐν ἄλλαις χαλκοδάμαντ΄ ἀκόναν.

πίσω σφε Δίρκας ἁγνὸν ὕ-

δωρ͵ τὸ βαθύζωνοι κόραι

χρυσοπέπλου Μναμοσύνας ἀνέτει-

λαν παρ΄ εὐτειχέσιν Κάδμου πύλαις.