Τρίτος/Τέταρτος Ισθμιόνικος, Πίνδαρος
Κείμενο Σχόλια

Τρίτος/Τέταρτος Ισθμιόνικος

III+IV (474/3?)

<ΜΕΛΙΣΣΩΙ ΘΗΒΑΙΩΙ ΙΠΠΟΙΣ ΚΑΙ ΠΑΓΚΡΑΤΙΩΙ>

(III)

Α’

Εἴ τις ἀνδρῶν εὐτυχήσαις ἢ σὺν εὐδόξοις ἀέθλοις

ἢ σθένει πλούτου κατέχει φρασὶν αἰανῆ κόρον͵

ἄξιος εὐλογίαις ἀστῶν μεμίχθαι.

Ζεῦ͵ μεγάλαι δ΄ ἀρεταὶ θνατοῖς ἕπονται

ἐκ σέθεν· ζώει δὲ μάσσων

ὄλβος ὀπιζομένων͵ πλαγίαις δὲ φρένεσσιν

οὐχ ὁμῶς πάντα χρόνον θάλλων ὁμιλεῖ.

εὐκλέων δ΄ ἔργων ἄποινα χρὴ μὲν ὑμνῆσαι τὸν ἐσλόν͵

χρὴ δὲ κωμάζοντ΄ ἀγαναῖς χαρίτεσσιν βαστάσαι.

ἔστι δὲ καὶ διδύμων ἀέθλων Μελίσσῳ

μοῖρα πρὸς εὐφροσύναν τρέψαι γλυκεῖαν

ἦτορ͵ ἐν βάσσαισιν Ἰσθμοῦ

δεξαμένῳ στεφάνους͵ τὰ δὲ κοίλᾳ λέοντος

ἐν βαθυστέρνου νάπᾳ κάρυξε Θήβαν

ἱπποδρομίᾳ κρατέων· ἀνδρῶν δ΄ ἀρετάν

σύμφυτον οὐ κατελέγχει.

ἴστε μὰν Κλεωνύμου

δόξαν παλαιὰν ἅρμασιν·

καὶ ματρόθε Λαβδακίδαισιν σύννομοι

πλούτου διέστειχον τετραοριᾶν πόνοις.

αἰὼν δὲ κυλινδομέναις ἁμέραις ἄλλ΄ ἄλλοτ΄ ἐξ

ἄλλαξεν. ἄτρωτοί γε μὰν παῖδες θεῶν.

(IV)

Î’

Ἔστι μοι θεῶν ἕκατι μυρία παντᾷ κέλευθος͵

ὦ Μέλισσ΄͵ εὐμαχανίαν γὰρ ἔφανας Ἰσθμίοις͵

ὑμετέρας ἀρετὰς ὕμνῳ διώκειν·

αἷσι Κλεωνυμίδαι θάλλοντες αἰεί

σὺν θεῷ θνατὸν διέρχον-

ται βιότου τέλος. ἄλλοτε δ΄ ἀλλοῖος οὖρος

πάντας ἀνθρώπους ἐπαΐσσων ἐλαύνει.

τοὶ μὲν ὦν Θήβαισι τιμάεντες ἀρχᾶθεν λέγονται

πρόξενοί τ΄ ἀμφικτιόνων κελαδεννᾶς τ΄ ὀρφανοί

ὕβριος· ὅσσα δ΄ ἐπ΄ ἀνθρώπους ἄηται

μαρτύρια φθιμένων ζωῶν τε φωτῶν

ἀπλέτου δόξας͵ ἐπέψαυ-

σαν κατὰ πὰν τέλος· ἀνορέαις δ΄ ἐσχάταισιν

οἴκοθεν στάλαισιν ἅπτονθ΄ Ἡρακλείαις·

καὶ μηκέτι μακροτέραν σπεύδειν ἀρετάν·

ἱπποτρόφοι τ΄ ἐγένοντο͵

χαλκέῳ τ΄ Ἄρει ἅδον.

ἀλλ΄ ἁμέρᾳ γὰρ ἐν μιᾷ

τραχεῖα νιφὰς πολέμοιο τεσσάρων

ἀνδρῶν ἐρήμωσεν μάκαιραν ἑστίαν·

νῦν δ΄ αὖ μετὰ χειμέριον ποικίλα μηνῶν ζόφον

χθὼν ὥτε φοινικέοισιν ἄνθησεν ῥόδοις

Γ

δαιμόνων βουλαῖς. ὁ κινητὴρ δὲ γᾶς Ὀγχηστὸν οἰκέων

καὶ γέφυραν ποντιάδα πρὸ Κορίνθου τειχέων͵

τόνδε πορὼν γενεᾷ θαυμαστὸν ὕμνον

ἐκ λεχέων ἀνάγει φάμαν παλαιάν

εὐκλέων ἔργων· ἐν ὕπνῳ

γὰρ πέσεν· ἀλλ΄ ἀνεγειρομένα χρῶτα λάμπει͵

Ἀοσφόρος θαητὸς ὣς ἄστροις ἐν ἄλλοις·

ἅ τε κἀν γουνοῖς Ἀθανᾶν ἅρμα καρύξαισα νικᾶν

ἔν τ΄ Ἀδραστείοις ἀέθλοις Σικυῶνος ὤπασεν

τοιάδε τῶν τότ΄ ἐόντων φύλλ΄ ἀοιδᾶν.

οὐδὲ παναγυρίων ξυνᾶν ἀπεῖχον

καμπύλον δίφρον͵ Πανελλά-

νεσσι δ΄ ἐριζόμενοι δαπάνᾳ χαῖρον ἵππων.

τῶν ἀπειράτων γὰρ ἄγνωτοι σιωπαί.

ἔστιν δ΄ ἀφάνεια τύχας καὶ μαρναμένων͵

πρὶν τέλος ἄκρον ἱκέσθαι·

τῶν τε γὰρ καὶ τῶν διδοῖ τέλος·

καὶ κρέσσον΄ ἀνδρῶν χειρόνων

ἔσφαλε τέχνα καταμάρψαισ΄· ἴστε μάν

Αἴαντος ἀλκάν͵ φοίνιον τὰν ὀψίᾳ

ἐν νυκτὶ ταμὼν περὶ ᾧ φασγάνῳ μομφὰν ἔχει

παίδεσσιν Ἑλλάνων ὅσοι Τροίανδ΄ ἔβαν.

Δ

ἀλλ΄ Ὅμηρός τοι τετίμακεν δι΄ ἀνθρώπων͵ ὃς αὐτοῦ

πᾶσαν ὀρθώσαις ἀρετὰν κατὰ ῥάβδον ἔφρασεν

θεσπεσίων ἐπέων λοιποῖς ἀθύρειν.

τοῦτο γὰρ ἀθάνατον φωνᾶεν ἕρπει͵

εἴ τις εὖ εἴπῃ τι· καὶ πάγ-

καρπον ἐπὶ χθόνα καὶ διὰ πόντον βέβακεν

ἐργμάτων ἀκτὶς καλῶν ἄσβεστος αἰεί.

προφρόνων Μοισᾶν τύχοιμεν͵

κεῖνον ἅψαι πυρσὸν ὕμνων

καὶ Μελίσσῳ͵ παγκρατίου στεφάνωμ΄ ἐπάξιον͵

ἔρνεϊ Τελεσιάδα. τόλμᾳ γὰρ εἰκώς

θυμὸν ἐριβρεμετᾶν θηρῶν λεόντων

ἐν πόνῳ͵ μῆτιν δ΄ ἀλώπηξ͵

αἰετοῦ ἅ τ΄ ἀναπιτναμένα ῥόμβον ἴσχει·

χρὴ δὲ πᾶν ἔρδοντ΄ ἀμαυρῶσαι τὸν ἐχθρόν.

οὐ γὰρ φύσιν Ὠαριωνείαν ἔλαχεν·

ἀλλ΄ ὀνοτὸς μὲν ἰδέσθαι͵

συμπεσεῖν δ΄ ἀκμᾷ βαρύς.

καί τοί ποτ΄ Ἀνταίου δόμους

Θηβᾶν ἄπο Καδμεϊᾶν μορφὰν βραχύς͵

ψυχὰν δ΄ ἄκαμπτος͵ προσπαλαίσων ἦλθ΄ ἀνήρ

τὰν πυροφόρον Λιβύαν͵ κρανίοις ὄφρα ξένων

ναὸν Ποσειδάωνος ἐρέφοντα σχέθοι͵

Ε

υἱὸς Ἀλκμήνας· ὃς Οὔλυμπόνδ΄ ἔβα͵ γαίας τε πάσας

καὶ βαθύκρημνον πολιᾶς ἁλὸς ἐξευρὼν θέναρ͵

ναυτιλίαισί τε πορθμὸν ἡμερώσαις.

νῦν δὲ παρ΄ Αἰγιόχῳ Διῒ κάλλιστον ὄλβον

ἀμφέπων ναίει͵ τετίμα-

ταί τε πρὸς ἀθανάτων φίλος͵ ῞Ηβαν τ΄ ὀπυίει͵

χρυσέων οἴκων ἄναξ καὶ γαμβρὸς ῞Ηρας.

τῷ μὲν Ἀλεκτρᾶν ὕπερθεν δαῖτα πορσύνοντες ἀστοί

καὶ νεόδματα στεφανώματα βωμῶν αὔξομεν

ἔμπυρα χαλκοαρᾶν ὀκτὼ θανόντων͵

τοὺς Μεγάρα τέκε οἱ Κρεοντὶς υἱούς·

τοῖσιν ἐν δυθμαῖσιν αὐγᾶν

φλὸξ ἀνατελλομένα συνεχὲς παννυχίζει͵

αἰθέρα κνισάεντι λακτίζοισα καπνῷ͵

καὶ δεύτερον ἆμαρ ἐτείων τέρμ΄ ἀέθλων

γίνεται͵ ἰσχύος ἔργον.

ἔνθα λευκωθεὶς κάρα

μύρτοις ὅδ΄ ἀνὴρ διπλόαν

νίκαν ἀνεφάνατο παίδων τε τρίταν

πρόσθεν͵ κυβερνατῆρος οἰακοστρόφου

γνώμᾳ πεπιθὼν πολυβούλῳ· σὺν Ὀρσέᾳ δέ νιν

κωμάξομαι τερπνὰν ἐπιστάζων χάριν.