Δεύτερος Ισθμιόνικος, Πίνδαρος
Κείμενο Σχόλια

Δεύτερος Ισθμιόνικος

ΙΙ (470?)

<ΞΕΝΟΚΡΑΤΕΙ ΑΚΡΑΓΑΝΤΙΝΩΙ ΑΡΜΑΤΙ>

Α’

Οἱ μὲν πάλαι͵ ὦ Θρασύβουλε͵

φῶτες͵ οἳ χρυσαμπύκων

ἐς δίφρον Μοισᾶν ἔβαι-

νον κλυτᾷ φόρμιγγι συναντόμενοι͵

ῥίμφα παιδείους ἐτόξευον μελιγάρυας ὕμνους͵

ὅστις ἐὼν καλὸς εἶχεν Ἀφροδίτας

εὐθρόνου μνάστειραν ἁδίσταν ὀπώραν.

ἁ Μοῖσα γὰρ οὐ φιλοκερδής

πω τότ΄ ἦν οὐδ΄ ἐργάτις·

οὐδ΄ ἐπέρναντο γλυκεῖ-

αι μελιφθόγγου ποτὶ Τερψιχόρας

ἀργυρωθεῖσαι πρόσωπα μαλθακόφωνοι ἀοιδαί.

νῦν δ΄ ἐφίητι τὸ τὠργείου φυλάξαι

ῥῆμ΄ ἀλαθείας ἄγχιστα βαῖνον͵

«Ï‡Ïá½µÎ¼Î±Ï„α χρήματ΄ ἀνήρ»

ὃς φᾶ κτεάνων θ΄ ἅμα λειφθεὶς καὶ φίλων.

ἐσσὶ γὰρ ὦν σοφός· οὐκ ἄγνωτ΄ ἀείδω

Ἰσθμίαν ἵπποισι νίκαν͵

τὰν Ξενοκράτει Ποσειδάων ὀπάσαις͵

Δωρίων αὐτῷ στεφάνωμα κόμᾳ

πέμπεν ἀναδεῖσθαι σελίνων͵

Î’’

εὐάρματον ἄνδρα γεραίρων͵

Ἀκραγαντίνων φάος.

ἐν Κρίσᾳ δ΄ εὐρυσθενὴς

εἶδ΄ Ἀπόλλων νιν πόρε τ΄ ἀγλαΐαν

καὶ τόθι κλειναῖς τ΄ Ἐρεχθειδᾶν χαρίτεσσιν ἀραρώς

ταῖς λιπαραῖς ἐν Ἀθάναις͵ οὐκ ἐμέμφθη

ῥυσίδιφρον χεῖρα πλαξίπποιο φωτός͵

τὰν Νικόμαχος κατὰ καιρὸν

νεῖμ΄ ἁπάσαις ἁνίαις·

ὅν τε καὶ κάρυκες ὡ-

ρᾶν ἀνέγνον͵ σπονδοφόροι Κρονίδα

Ζηνὸς Ἀλεῖοι͵ παθόντες πού τι φιλόξενον ἔργον·

ἁδυπνόῳ τέ νιν ἀσπάζοντο φωνᾷ

χρυσέας ἐν γούνασιν πίτνοντα Νίκας

γαῖαν ἀνὰ σφετέραν͵

τὰν δὴ καλέοισιν Ὀλυμπίου Διός

ἄλσος· ἵν΄ ἀθανάτοις Αἰνησιδάμου

παῖδες ἐν τιμαῖς ἔμιχθεν.

καὶ γὰρ οὐκ ἀγνῶτες ὑμῖν ἐντὶ δόμοι

οὔτε κώμων͵ ὦ Θρασύβουλ΄͵ ἐρατῶν͵

οὔτε μελικόμπων ἀοιδᾶν.

Γ΄

οὐ γὰρ πάγος οὐδὲ προσάντης

ἁ κέλευθος γίνεται͵

εἴ τις εὐδόξων ἐς ἀν-

δρῶν ἄγοι τιμὰς Ἑλικωνιάδων.

μακρὰ δισκήσαις ἀκοντίσσαιμι τοσοῦθ΄͵ ὅσον ὀργάν

Ξεινοκράτης ὑπὲρ ἀνθρώπων γλυκεῖαν

ἔσχεν. αἰδοῖος μὲν ἦν ἀστοῖς ὁμιλεῖν͵

ἱπποτροφίας τε νομίζων

ἐν Πανελλάνων νόμῳ·

καὶ θεῶν δαῖτας προσέ-

πτυκτο πάσας· οὐδέ ποτε ξενίαν

οὖρος ἐμπνεύσαις ὑπέστειλ΄ ἱστίον ἀμφὶ τράπεζαν·

ἀλλ΄ ἐπέρα ποτὶ μὲν Φᾶσιν θερείαις͵

ἐν δὲ χειμῶνι πλέων Νείλου πρὸς ἀκτάν.

μή νυν͵ ὅτι φθονεραὶ

θνατῶν φρένας ἀμφικρέμανται ἐλπίδες͵

μήτ΄ ἀρετάν ποτε σιγάτω πατρῴαν͵

μηδὲ τούσδ΄ ὕμνους· ἐπεί τοι

οὐκ ἐλινύσοντας αὐτοὺς ἐργασάμαν.

ταῦτα͵ Νικάσιππ΄͵ ἀπόνειμον͵ ὅταν

ξεῖνον ἐμὸν ἠθαῖον ἔλθῃς.