ΠΑ 10.1 , Λεωνίδας
Κείμενο Σχόλια
ΠΑ 10.1 ΛΕΩΝΙΔΟΥ
Ὁ πλόος ὡραῖος· καὶ γὰρ λαλαγεῦσα χελιδὼν
ἤδη μέμβλωκεν χὠ χαρίεις ζέφυρος·
λειμῶνες δ΄ ἀνθεῦσι͵ σεσίγηκεν δὲ θάλασσα
κύμασι καὶ τρηχεῖ πνεύματι βρασσομένη.
ἀγκύρας ἀνέλοιο καὶ ἐκλύσαιο γύαια͵
ναυτίλε͵ καὶ πλώοις πᾶσαν ἐφεὶς ὀθόνην.
ταῦθ΄ ὁ Πρίηπος ἐγὼν ἐπιτέλλομαι͵ ὁ λιμενίτας͵
ὤνθρωφ΄͵ ὡς πλώοις πᾶσαν ἐπ΄ ἐμπορίην.