ΠΑ 7.654 , Λεωνίδας
Κείμενο Σχόλια
ΠΑ 7.654  ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Αἰεὶ ληισταὶ καὶ ἁλιφθόροι οὐδὲ δίκαιοι
Κρῆτες. τίς Κρητῶν οἶδε δικαιοσύνην;
ὡς καὶ ἐμὲ πλώοντα σὺν οὐκ εὐπίονι φόρτῳ
Κρηταιεῖς ὦσαν Τιμόλυτον καθ΄ ἁλὸς
δείλαιον. κἠγὼ μὲν ἁλιζώοις λαρίδεσσι
κέκλαυμαι͵ τύμβῳ δ΄ οὐχ ὕπο Τιμόλυτος.  Â