ΠΑ 10.17 , Αντίφιλος Βυζάντιος
Κείμενο Σχόλια

ΠΑ 10.17 ΑΝΤΙΦΙΛΟΥ1

Ἀρχένεως, λιμενῖτα, σὺ μέν, μάκαρ, ἤπιον αὔρην

πέμπε κατὰ σταθερῆς †οἰχομένην ὀθόνην†

ἄχρις ἐπὶ Τρίτωνα· σὺ δ΄ ἠόνος ἄκρα λελογχὼς

τὴν ἐπὶ Πυθείου ῥύεο ναυστολίην·

κεῖθεν δ΄, εἰ Φοίβῳ μεμελήμεθα πάντες ἀοιδοί,

πλεύσομαι εὐαεῖ θαρσαλέος ζεφύρῳ.2