ΠΑ 7.652, Λεωνίδας
Κείμενο Σχόλια
ΠΑ 7.652 ΛΕΩΝΙΔΑ ΤΑΡΑΝΤΙΝΟΥ
Ἠχήεσσα θάλασσα͵ τί τὸν Τιμάρεος οὕτως
πλώοντ΄ οὐ πολλῇ νηὶ Τελευταγόρην
ἄγρια χειμήνασα καταπρηνώσαο πόντῳ
σὺν φόρτῳ͵ λάβρον κῦμ΄ ἐπιχευαμένη;
χὠ μέν που καύηξιν ἢ ἰχθυβόροις λαρίδεσσιν
τεθρήνητ΄ ἄπνους εὐρεῖ ἐν αἰγιαλῷ·
Τιμάρης δὲ κενὸν τέκνου κεκλαυμένον ἀθρῶν
τύμβον δακρύει παῖδα Τελευταγόρην.  Â