ΠΑ 7.276, Ηγήσιππος
Κείμενο Σχόλια
ΠΑ 7.276 ΗΓΗΣΙΠΠΟΥ
Ἐξ ἁλὸς ἡμίβρωτον ἀνηνέγκαντο σαγηνεῖς
ἄνδρα͵ πολύκλαυτον ναυτιλίης σκύβαλον·
κέρδεα δ΄ οὐκ ἐδίωξαν͵ ἃ μὴ θέμις͵ ἀλλὰ σὺν αὐτοῖς
ἰχθύσι τῇδ΄ ὀλίγῃ θῆκαν ὑπὸ ψαμάθῳ.
ὦ χθών͵ τὸν ναυηγὸν ἔχεις ὅλον· ἀντὶ δὲ λοιπῆς
σαρκὸς τοὺς σαρκῶν γευσαμένους ἐπέχεις.