ΠΑ 7.651 , Ευφορίων
Κείμενο Σχόλια
ΠΑ 7.651 ΕΥΦΟΡΙΩΝΟΣ
Οὐχ ὁ τρηχὺς ἔλαιος ἐπ΄ ὀστέα κεῖνα καλύπτει
οὐδ΄ ἡ κυάνεον γράμμα λαχοῦσα πέτρη·
ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς Δρακάνοιο
Ἰκάριον ῥήσσει κῦμα περὶ κροκάλαις·
ἀντὶ δ΄ ἐγὼ ξενίης Πολυμήδεος ἡ κενεὴ χθὼν
ὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.      Â