ΠΑ 13.12 , Ηγήσιππος
Κείμενο Σχόλια
ΠΑ 13.12 ΗΓΗΣΙΠΠΟΥ
Ἐρρέτω ἦμαρ ἐκεῖνο καὶ οὐλομένη σκοτόμαινα
βρόμος τε δεινὸς ἠνεμωμένης ἁλός͵
οἵ ποτε νῆ΄ ἐκύλισαν͵ ἐφ΄ ἧς ὁ τὰ πολλὰ μελίφρων
Ἀβδηρίων ἄπρηκτα θεοῖσιν εὔχετο·
ῥαίσθη γὰρ διὰ πάντα͵ προσηνέχθη δὲ κλύδωνι
τρηχεῖαν εἰς Σέριφον͵ αἰδοίων ὅθι
προξείνων ὑπὸ χερσὶ λαχὼν πυρὸς ἵκετο πάτρην
Ἄβδηρα κρωσσῷ χαλκέῳ περισταλείς.  Â