ΠΑ 10.8, Αρχίας
Κείμενο Σχόλια
ΠΑ 10.8 ΑΡΧΙΟΥ1
Βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω
χηλήν͵ †αἰθυίαις οὔποτ΄ ἐναντίβιος†͵
φοξός͵ ἄπους͵ οἷόν κεν ἐρημαίῃσιν ἐπ΄ ἀκταῖς
ξέσσειαν μογερῶν υἱέες ἰχθυβόλων.
ἀλλ΄ ἤν τις γριπεύς με βοηθόον ἢ καλαμευτὴς
φωνήσῃ͵ πνοιῆς ἵεμαι ὀξύτερος.
λεύσσω καὶ τὰ θέοντα καθ΄ ὕδατος· ἦ γὰρ ἀπ΄ ἔργων
δαίμονες͵ οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον. 2