ΠΑ 7. 404, Ζωνάς Σαρδιανός
Κείμενο Σχόλια
ΠΑ 7. 404 ΖΩΝΑ ΣΑΡΔΙΑΝΟΥ 1
Ψυχράν σευ κεφαλᾶς ἐπαμήσομαι αἰγιαλῖτιν
θῖνα κατὰ κρυεροῦ χευάμενος νέκυος·
οὐ γάρ σευ μήτηρ ἐπιτύμβια κωκύουσα
εἶδεν ἁλίξαντον σὸν μόρον εἰνάλιον͵
ἀλλά σ΄ ἐρημαῖοί τε καὶ ἄξεινοι πλαταμῶνες
δέξαντ΄, Αἰγαίης γείτονες ἠιόνος.
ὥστ΄ ἔχε μὲν ψαμάθου μόριον βραχύ͵ πουλὺ δὲ δάκρυ͵
ξεῖν΄͵ ἐπεὶ εἰς ὀλοὴν ἔδραμες ἐμπορίην. 2