ΠΑ 7. 383 , Φίλιππος
Κείμενο Σχόλια
ΠΑ 7. 383 ΦΙΛΙΠΠΟΥ1
Ἠιόνιον τόδε σῶμα βροτοῦ παντλήμονος ἄθρει
σπαρτόν͵ ἁλιρραγέων ἐκχύμενον σκοπέλων·
τῇ μὲν ἐρημοκόμης κεῖται καὶ χῆρος ὀδόντων
κόρση͵ τῇ δὲ χερῶν πενταφυεῖς ὄνυχες
πλευρά τε σαρκολιπῆ͵ ταρσοὶ δ΄ ἑτέρωθεν ἄμοιροι
νεύρων καὶ κώλων ἔκλυτος ἁρμονίη.
οὗτος ὁ πουλυμερὴς εἷς ἦν ποτε. φεῦ μακαριστοί͵
ὅσσοι ἀπ΄ ὠδίνων οὐκ ἴδον ἠέλιον. 2