ΠΑ 9.269 , Αντίπατρος
Κείμενο Σχόλια

ΠΑ 9.269 ΑΝΤΙΠΑΤΡΟΥ1


Κλασθείσης ποτὲ νηὸς ἐν ὕδατι δῆριν ἔθεντο

δισσοὶ ὑπὲρ μούνης μαρνάμενοι σανίδος.

τύψε μὲν Ἀνταγόρης Πεισίστρατον· οὐ νεμεσητόν,

ἦν γὰρ ὑπὲρ ψυχῆς, ἀλλ΄ ἐμέλησε Δίκῃ·

νῆχε δ΄ ὁ μέν, τὸν δ΄ εἷλε κύων †ἁλός. ἦ παναλάστωρ

Κηρῶν† οὐδ΄ ὑγρῷ παύεται ἐν πελάγει.2