ΠΑ 7. 393 , Διοκλής
Κείμενο Σχόλια
ΠΑ 7. 393 ΔΙΟΚΛΕΟΥΣ1
Μή με κόνι κρύψητε· τί γὰρ πάλι; μηδ΄ ἐπὶ ταύτης
ᾐόνος οὐκ ὀνοτὴν γαῖαν ἐμοὶ τίθετε.
μαίνεται εἴς με θάλασσα καὶ ἐν χέρσοισί με δειλὸν
εὑρίσκει ῥαχίαις͵ οἶδέ με κἠν Ἀίδῃ.
χέρσον ἐπεκβαίνειν εἰ ἐμεῦ χάριν ὕδατι θυμός͵
ἀρκεῖ μοι σταθερῇ μιμνέμεν ὡς ἄταφος.2