ΠΑ 7.506, Λεωνίδας
Κείμενο Σχόλια
ΠΑ 7.506 ΛΕΩΝΙΔΟΥ 1
Κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα· τοῦτο περισσὸν
ἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο.
ἦ γὰρ ἐπ΄ ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων
Ἰόνιόν θ΄ ὑγρὸν κῦμα κατερχόμενος
τὴν μὲν ἔσωσ΄͵ αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρων͵
ἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος͵
ἐβρώθην· τοῖόν μοι ἐπ΄ ἄγριον εὖ μέγα κῆτος
ἦλθεν͵ ἀπέβροξεν δ΄ ἄχρις ἐπ΄ ὀμφαλίου.
χἤμισυ μὲν ναῦται͵ ψυχρὸν βάρος͵ ἐξ ἁλὸς ἡμῶν
ἤρανθ΄͵ ἥμισυ δὲ πρίστις ἀπεκλάσατο·
ᾐόνι δ΄ ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος͵ ὦνερ͵
ἔκρυψαν· πάτρην δ΄ οὐ πάλιν ἱκόμεθα. 2