ΠΑ 6.231, Φίλιππος
Κείμενο Σχόλια
ΠΑ 6.231 ΦΙΛΙΠΠΟΥ 1
Αἰγύπτου μεδέουσα μελαμβώλου͵ λινόπεπλε
δαῖμον͵ ἐπ΄ εὐιέρους βῆθι θυηπολίας·
σοὶ γὰρ ὑπὲρ σχιδάκων λαγαρὸν ποπάνευμα πρόκειται
καὶ πολιῶν χηνῶν ζεῦγος ἐνυδροβίων
καὶ νάρδος ψαφαρὴ κεγχρίτισιν ἰσχάσιν ἀμφὶ
καὶ σταφυλὴ γραίη χὠ μελίπνους λίβανος.
εἰ δ΄ ὡς ἐκ πελάγους ἐρρύσαο Δᾶμιν͵ ἄνασσα͵
κἠκ πενίης͵ θύσει χρυσόκερων κεμάδα.2