ΠΑ 6.33, Μάκκιος
Κείμενο Σχόλια
ΠΑ 6.33 ΜΑΚΚΙΟΥ
Αἰγιαλῖτα Πρίηπε͵ σαγηνευτῆρες ἔθηκαν
δῶρα παρακταίης σοὶ τάδ΄ ἐπωφελίης͵
θύννων εὐκλώστοιο λίνου βυσσώμασι ῥόμβον
φράξαντες γλαυκαῖς ἐν παρόδοις πελάγευς·
φηγίνεον κρητῆρα καὶ αὐτούργητον ἐρείκης
βάθρον ἰδ΄ ὑαλέην οἰνοδόκον κύλικα͵                    
ὡς ἂν ὑπ΄ ὀρχησμῶν λελυγισμένον ἔγκοπον ἴχνος
ἀμπαύσῃς ξηρὴν δίψαν ἐλαυνόμενος.