ΠΑ 7.392, Ηρακλείδης Σινωπεύς
Κείμενο Σχόλια
ΠΑ 7.392 ΗΡΑΚΛΕΙΔΟΥ ΣΙΝΩΠΕΩΣ1
Λαῖλαψ καὶ πολὺ κῦμα καὶ ἀντολαὶ Ἀρκτούροιο
καὶ σκότος Αἰγαίου τ΄ οἶδμα κακὸν πελάγευς͵
ταῦθ΄ ἅμα πάντ΄ ἐκύκησεν ἐμὴν νέα· τριχθὰ δὲ κλασθεὶς
ἱστὸς ὁμοῦ φόρτῳ κἀμὲ κάλυψε βυθῷ.
ναυηγὸν κλαίοιτε παρ΄ αἰγιαλοῖσι͵ γονῆες͵
Τλησιμένη κωφὴν στησάμενοι λίθακα.2                Â