ΠΑ 7.381 , Ετρούσκος Μεσσήνιος
Κείμενο Σχόλια
ΠΑ 7.381 ΕΤΡΟΥΣΚΟΥ ΜΕΣΣΗΝΙΟΥ1
Ἡ μία καὶ βιότοιο καὶ Ἄϊδος ἤγαγεν εἴσω
ναῦς Ἱεροκλείδην͵ κοινὰ λαχοῦσα τέλη.
ἔτρεφεν ἰχθυβολεῦντα͵ κατέφλεγε τεθνηῶτα͵
σύμπλοος εἰς ἄγρην͵ σύμπλοος εἰς Ἀίδην.
ὄλβιος ὁ γριπεύς· ἰδίῃ καὶ πόντον ἐπέπλει
νηὶ καὶ ἐξ ἰδίης ἔδραμεν εἰς Ἀίδην.2