ΠΑ 7.637 , Αντίπατρος
Κείμενο Σχόλια

ΠΑ 7.637 ΑΝΤΙΠΑΤΡΟΥ

Πύρρος ὁ μουνερέτης ὀλίγῃ νεῒ λεπτὰ ματεύων

φυκία καὶ τριχίνης μαινίδας ἐκ καθέτης,

ἠιόνων ἀποτῆλε τυπεὶς κατέδουπε κεραυνῷ·

νηῦς δὲ πρὸς αἰγιαλοὺς ἔδραμεν αὐτομάτη

ἀγγελίην θείῳ καὶ λιγνύϊ μηνύουσα,

καὶ φράσαι Ἀργῴην οὐκ ἐπόθησε τρόπιν.1