ΠΑ 7.636, Κριναγόρας
Κείμενο Σχόλια
ΠΑ 7.636  ΚΡΙΝΑΓΟΡΟΥ 1
Ποιμὴν ὦ μάκαρ͵ εἴθε κατ΄ οὔρεος ἐπροβάτευον
κἠγὼ ποιηρὸν τοῦτ΄ ἀνὰ λευκόλοφον͵
κριοῖς ἁγητῆρσι †ποτ΄ ἐβληχημένα† βάζων͵
ἢ πικρῇ βάψαι νήοχα πηδάλια
ἅλμῃ. τοιγὰρ ἔδυν ὑποβένθιος· ἀμφὶ δὲ ταύτην
θῖνά με ῥοιβδήσας Εὖρος ἐφωρμίσατο.2