ΠΑ 7.639, Αντίπατρος
Κείμενο Σχόλια

ΠΑ 7.639 ΑΝΤΙΠΑΤΡΟΥ1

Πᾶσα θάλασσα θάλασσα. τί Κυκλάδας ἢ στενὸν Ἕλλης

κῦμα καὶ Ὀξείας ἠλεὰ μεμφόμεθα;

ἄλλως τοὔνομ΄ ἔχουσιν. ἐπεὶ τί με, τὸν προφυγόντα

κεῖνα, Σκαρφαιεὺς ἀμφεκάλυψε λιμήν;

νόστιμον εὐπλοΐην ἀρῷτό τις· ὡς τά γε πόντου

πόντος, ὁ τυμβευθεὶς οἶδεν Ἀρισταγόρης.2