Π.Α. 10.25, Αντίπατρος
Κείμενο Σχόλια

ΠΑ 10.25 ΑΝΤΙΠΑΤΡΟΥ1

Φοῖβε, Κεφαλλήνων λιμενοσκόπε, θῖνα Πανόρμου

ναίων τρηχείης ἀντιπέρην Ἰθάκης,

δός με δι΄ εὐπλώτοιο πρὸς Ἀσίδα κύματος ἐλθεῖν,

Πείσωνος δολιχῇ νηὶ συνεσπόμενον,

καὶ τὸν ἐμὸν βασιλῆα τὸν ἄλκιμον εὖ μὲν ἐκείνῳ

ἵλαον, εὖ δ΄ ὕμνοις ἄρτισον ἡμετέροις.2