773-800, Θέογνις
Κείμενο Σχόλια

773-788
Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,
Ἀλκαθόωι Πέλοπος παιδὶ χαριζόμενος∙
αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε
τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἐν εὐφροσύνηι
ἦρος ἐπερχομένου κλειτὰς πέμπωσ’ ἑκατόμβας
τερπόμενοι κιθάρηι καὶ ἐρατῆι θαλίηι
παιάνων τε χοροῖς ἰαχῆισί τε σὸν περὶ βωμόν.
ἦ γὰρ ἔγωγε δέδοικ’ ἀφραδίην ἐσορῶν
καὶ στάσιν Ἑλλήνων λαοφθόρον∙ ἀλλὰ σὺ Φοῖβε
ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.
ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν, 
ἦλθον δ’ Εὐβοίης ἀμπελόεν πεδίον,
Σπάρτην Ï„’ Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ,
καί μ’ ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον∙
ἀλλ’ οὔτίς μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων∙
οὕτως οὐδὲν ἄρ’ ἦν φίλτερον ἄλλο πάτρης.

789-794
μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείη
ἀντ’ ἀρετῆς σοφίης Ï„’, ἀλλὰ τόδ’ αἰὲν ἔχων
τερποίμην φόρμιγγι καὶ ὀρχηθμῶι καὶ ἀοιδῆι,
καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον,
μήτέ τινα ξείνων δηλεύμενος ἔργμασι λυγροῖς
μήτέ τιν’ ἐνδήμων, ἀλλὰ δίκαιος ἐών.

795-796
τὴν σαυτοῦ φρένα τέρπε∙ δυσηλεγέων δὲ πολιτῶν
ἄλλός τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.

797-798
τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ,
τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.

799-800
ἀνθρώπων δ’ ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς∙
ἀλλ’ ὣς λώιον, εἰ μὴ πλεόνεσσι μέλοι.