731-752, Θέογνις
Κείμενο Σχόλια

Ζεῦ πάτερ, εἴθε γένοιτο θεοῖς φίλα τοῖς μὲν ἀλιτροῖς
ὕβριν ἁδεῖν, καί σφιν τοῦτο γένοιτο φίλον
θυμῶι, σχέτλια ἔργα∙ μετὰ φρεσὶ δ’ ὅστις †á¼€Î¸Î®Î½Î·Ï‚
ἐργάζοιτο, θεῶν μηδὲν ὀπιζόμενος,
αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μηδ’ ἔτ’ ὀπίσσω
πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν∙
παῖδας δ’ οἵ Ï„’ ἀδίκου πατρὸς Ï„á½° δίκαια νοεῦντες
ποιῶσιν Κρονίδη, σὸν χόλον ἁζόμενοι,
ἐξ ἀρχῆς Ï„á½° δίκαια μετ’ ἀστοῖσιν φιλέοντες,
μήτιν’ ὑπερβασίην ἀντιτίνειν πατέρων.
ταῦτ’ εἴη μακάρεσσι θεοῖς φίλα∙ νῦν δ’ ὁ μὲν ἔρδων
ἐκφεύγει, τὸ κακὸν δ’ ἄλλος ἔπειτα φέρει.
καὶ τοῦτ’ ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,
ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων,
μήτιν’ ὑπερβασίην κατέχων μήθ’ ὅρκον ἀλιτρόν,
ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθηι;
τίς δή κεν βροτὸς ἄλλος ὁρῶν πρὸς τοῦτον ἔπειτα
ἅζοιτ’ ἀθανάτους, καὶ τίνα θυμὸν ἔχων,
ὁππότ’ ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτέ τευ ἀνδρὸς
οὔτέ τευ ἀθανάτων μῆνιν ἀλευόμενος,
ὑβρίζηι πλούτωι κεκορημένος, οἱ δὲ δίκαιοι
τρύχονται χαλεπῆι τειρόμενοι πενίηι;