691-718, Θέογνις
Κείμενο Σχόλια

691-692
Χαίρων, εὖ τελέσειας ὁδὸν μεγάλου διὰ πόντου,
καί σε Ποσειδάων χάρμα φίλοις ἀγάγοι.

693-694
πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας∙
γνῶναι γὰρ χαλεπὸν μέτρον, á½…Ï„’ ἐσθλὰ παρῆι.

695-696
οὐ δύναμαί σοι θυμὲ παρασχεῖν ἄρμενα πάντα∙
τέτλαθι∙ τῶν δὲ καλῶν οὔ τι σὺ μοῦνος ἐρᾶις.

697-718
εὖ μὲν ἔχοντος ἐμεῦ πολλοὶ φίλοι∙ ἢν δέ τι δειλὸν
συγκύρσηι, παῦροι πιστὸν ἔχουσι νόον.
πλήθει δ’ ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,
πλουτεῖν∙ τῶν δ’ ἄλλων οὐδὲν ἄρ’ ἦν ὄφελος,
οὐδ’ εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,
πλείονα δ’ εἰδείης Σισύφου Αἰολίδεω,
ὅς τε καὶ ἐξ Ἀΐδεω πολυιδρίησιν ἀνῆλθεν
πείσας Περσοφόνην αἱμυλίοισι λόγοις,
ἥ τε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο -
ἄλλος δ’ οὔ πώ τις τοῦτό γ’ ἐπεφράσατο,
ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψηι,
ἔλθηι δ’ ἐς σκιερὸν χῶρον ἀποφθιμένων,
κυανέας τε πύλας παραμείψεται, αἵ τε θανόντων
ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας∙
ἀλλ’ ἄρα κἀκεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως
ἐς φάος ἠελίου σφῆισι πολυφροσύναις –
οὐδ’ εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,
γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,
ὠκύτερος δ’ εἴησθα πόδας ταχεῶν Ἁρπυιῶν
καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.
ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,
ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.