667-690, Θέογνις
Κείμενο Σχόλια

667-682
εἰ μὲν χρήματ’ ἔχοιμι Σιμωνίδη, οἷά περ ἤδη,
οὐκ ἂν ἀνιώιμην τοῖς ἀγαθοῖσι συνών.
νῦν δέ με γινώσκοντα παρέρχεται, εἰμὶ δ’ ἄφωνος
χρημοσύνηι, πολλῶν γνοὺς ἂν ἄμεινον ἔτι,
οὕνεκα νῦν φερόμεσθα καθ’ ἱστία λευκὰ βαλόντες
Μηλίου ἐκ πόντου νύκτα διὰ δνοφερήν,
ἀντλεῖν δ’ οὐκ ἐθέλουσιν, ὑπερβάλλει δὲ θάλασσα
ἀμφοτέρων τοίχων∙ ἦ μάλα τις χαλεπῶς
σώιζεται, οἷ’ ἔρδουσι∙ κυβερνήτην μὲν ἔπαυσαν
ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως∙
χρήματα δ’ ἁρπάζουσι βίηι, κόσμος δ’ ἀπόλωλεν,
δασμὸς δ’ οὐκέτ’ ἴσος γίνεται ἐς τὸ μέσσον∙
φορτηγοὶ δ’ ἄρχουσι, κακοὶ δ’ ἀγαθῶν καθύπερθεν.
δειμαίνω, μή πως ναῦν κατὰ κῦμα πίηι.
ταῦτά μοι ἠινίχθω κεκρυμμένα τοῖς ἀγαθοῖσι∙
γινώσκοι δ’ ἄν τις καὶ κακός, ἂν σοφὸς ἦι.

683-686
πολλοὶ πλοῦτον ἔχουσιν ἀίδριες∙ οἱ δὲ τὰ καλὰ
ζητοῦσιν χαλεπῆι τειρόμενοι πενίηι.
ἔρδειν δ’ ἀμφοτέροισιν ἀμηχανίη παράκειται∙
εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.

687-688
οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι,
οὐδὲ δίκην εἰπεῖν∙ οὐδενὶ τοῦτο θέμις.

689-690
οὐ χρὴ πημαίνειν, ὅτε μὴ πημαντέον εἴη,
οὐδ’ ἔρδειν ὅτι μὴ λώιον ἦι τελέσαι.