603-666, Θέογνις
Κείμενο Σχόλια

619-622
Πόλλ’ ἐν ἀμηχανίησι κυλίνδομαι ἀχνύμενος κῆρ∙  
ἄκρην γὰρ πενίης οὐχ ὑπερεδράμομεν.  
πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν∙
πᾶσιν δ’ ἀνθρώποις αὑτὸς ἔνεστι νόος.

623-624
παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασιν,
παντοῖαι δ’ ἀρεταὶ καὶ βιότου παλάμαι.

625-626
ἀργαλέον φρονέοντα παρ’ ἄφροσι πόλλ’ ἀγορεύειν
καὶ σιγᾶν αἰεί∙ [τοῦτο γὰρ οὐ δυνατόν].

627-628
αἰσχρόν τοι μεθύοντα παρ’ ἀνδράσι νήφοσιν εἶναι,
αἰσχρὸν δ’ εἰ νήφων πὰρ μεθύουσι μένει.

629-630
ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,
πολλῶν δ’ ἐξαίρει θυμὸν ἐς ἀμπλακίην.

631-632
ὧιτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις
Κύρνε καὶ ἐν μεγάλαις κεῖται ἀμηχανίαις.

633-634
βουλεύου δὶς καὶ τρίς, á½… τοί κ’ ἐπὶ τὸν νόον ἔλθηι∙
ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.

635-636
ἀνδράσι τοῖς ἀγαθοῖς ἕπεται γνώμη τε καὶ αἰδώς∙
οἳ νῦν ἐν πολλοῖς ἀτρεκέως ὀλίγοι.

637-638
ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖοι∙
οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.

639-640
πολλάκι πὰρ δόξαν τε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖν
ἔργ’ ἀνδρῶν, βουλαῖς δ’ οὐκ ἐπέγεντο τέλος.