Ένατος Ισθμιόνικος, Πίνδαρος
Κείμενο Μετάφραση

Ένατος Ισθμιόνικος

IX

<..... ΑΙΓΙΝΗΤΗΙ>

Κλεινὸς Αἰακοῦ λόγος͵ κλεινὰ δὲ καὶ ναυ-

σικλυτὸς Αἴγινα· σὺν θ4εῶ4ν δέ νιν αἴσᾳ

Ὕλλου τε καὶ Αἰγιμιοῦ

Δωριεὺς ἐλθὼν στρατός

ἐκτίσσατο· τῶν μὲν ὑπὸ στάθμᾳ νέμονται

οὐ θέμιν οὐδὲ δίκαν

ξείνων ὑπερβαίνοντες· οἷοι δ΄ ἀρετάν

δελφῖνες ἐν πόντῳ͵ ταμίαι τε σοφοί

Μοισᾶν ἀγωνίων τ΄ ἀέθλων.