Όγδοος Ισθμιόνικος, Πίνδαρος
Κείμενο Μετάφραση

Όγδοος Ισθμιόνικος

VIII

(478)

<ΚΛΕΑΝΔΡΩΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΑΓΚΡΑΤΙΩΙ>

Α’

Κλεάνδρῳ τις ἁλικίᾳ

τε λύτρον εὔδοξον͵ ὦ νέοι͵ καμάτων

πατρὸς ἀγλαὸν Τελεσάρχου παρὰ πρόθυρον

ἰὼν ἀνεγειρέτω

κῶμον͵ Ἰσθμιάδος τε νί-

κας ἄποινα͵ καὶ Νεμέᾳ

ἀέθλων ὅτι κράτος ἐξ-

εῦρε· τῶ καὶ ἐγώ͵ καίπερ ἀχνύμενος

θυμόν͵ αἰτέομαι χρυσέαν καλέσαι

Μοῖσαν. ἐκ μεγάλων δὲ πενθέων λυθέντες

μήτ΄ ἐν ὀρφανίᾳ πέσωμεν στεφάνων͵

μήτε κάδεα θερά-

πευε· παυσάμενοι δ΄ ἀπράκτων κακῶν

γλυκύ τι δαμωσόμεθα καὶ μετὰ πόνον·

ἐπειδὴ τὸν ὑπὲρ κεφαλᾶς

γε Ταντάλου λίθον παρά

τις ἔτρεψεν ἄμμι θεός͵

Β’

ἀτόλματον Ἑλλάδι μό-

χθον. ἀλλ΄ ἐμοὶ δεῖμα μὲν παροιχομένων

καρτερὰν ἔπαυσε μέριμναν· τὸ δὲ πρὸ ποδὸς

ἄρειον ἀεὶ βλέπειν

χρῆμα πάν· δόλιος γὰρ αἰ-

ὼν ἐπ΄ ἀνδράσι κρέμαται͵

ἑλίσσων βίου πόρον· ἰ-

ατὰ δ΄ ἐστὶ βροτοῖς σύν γ΄ ἐλευθερίᾳ

καὶ τά. χρὴ δ΄ ἀγαθὰν ἐλπίδ΄ ἀνδρὶ μέλειν.

χρὴ δ΄ ἐν ἑπταπύλοισι Θήβαις τραφέντα

Αἰγίνᾳ Χαρίτων ἄωτον προνέμειν͵

πατρὸς οὕνεκα δίδυ-

μαι γένοντο θύγατρες Ἀσωπίδων θ΄

ὁπλόταται͵ Ζηνί τε ἅδον βασιλέϊ.

ὃ τὰν μὲν παρὰ καλλιρόῳ

Δίρκᾳ φιλαρμάτου πόλι-

ος ᾤκισσεν ἁγεμόνα·

Γ’

σὲ δ΄ ἐς νᾶσον Οἰνοπίαν

ἐνεγκὼν κοιμᾶτο͵ δῖον ἔνθα τέκες

Αἰακὸν βαρυσφαράγῳ πατρὶ κεδνότατον

ἐπιχθονίων· ὃ καί

δαιμόνεσσι δίκας ἐπεί-

ραινε· τοῦ μὲν ἀντίθεοι

ἀρίστευον υἱέες υἱ-

έων τ΄ ἀρηΐφιλοι παῖδες ἀνορέᾳ

χάλκεον στονόεντ΄ ἀμφέπειν ὅμαδον͵

σώφρονές τ΄ ἐγένοντο πινυτοί τε θυμόν.

ταῦτα καὶ μακάρων ἐμέμναντ΄ ἀγοραί͵

Ζεὺς ὅτ΄ ἀμφὶ Θέτιος

ἀγλαός τ΄ ἔρισαν Ποσειδὰν γάμῳ͵

ἄλοχον εὐειδέα θέλων ἑκάτερος

ἑὰν ἔμμεν· ἔρως γὰρ ἔχεν.

ἀλλ΄ οὔ σφιν ἄμβροτοι τέλε-

σαν εὐνὰν θεῶν πραπίδες͵

Δ’

ἐπεὶ θεσφάτων ἐπάκου-

σαν· εἶπε δ΄ εὔβουλος ἐν μέσοισι Θέμις͵

εἵνεκεν πεπρωμένον ἦν͵ φέρτερον πατέρος

ἄνακτα γόνον τεκεῖν

ποντίαν θεόν͵ ὃς κεραυ-

νοῦ τε κρέσσον ἄλλο βέλος

διώξει χερὶ τριόδον-

τός τ΄ ἀμαιμακέτου͵ Ζηνὶ μισγομέναν

ἢ Διὸς παρ΄ ἀδελφεοῖσιν. «ἀλλὰ τὰ μέν

παύσατε· βροτέων δὲ λεχέων τυχοῖσα

υἱὸν εἰσιδέτω θανόντ΄ ἐν πολέμῳ͵

χεῖρας Ἄρεΐ τ΄ ἐν-

αλίγκιον στεροπαῖσί τ΄ ἀκμὰν ποδῶν.

τὸ μὲν ἐμόν͵ Πηλέϊ γέρας θεόμορον

ὀπάσσαι γάμου Αἰακίδᾳ͵

ὅν τ΄ εὐσεβέστατον φάτις

Ἰαολκοῦ τράφειν πεδίον·

Ε’

ἰόντων δ΄ ἐς ἄφθιτον ἄν-

τρον εὐθὺς Χίρωνος αὐτίκ΄ ἀγγελίαι

μηδὲ Νηρέος θυγάτηρ νεικέων πέταλα

δὶς ἐγγυαλιζέτω

ἄμμιν· ἐν διχομηνίδεσ-

σιν δὲ ἑσπέραις ἐρατόν

λύοι κεν χαλινὸν ὑφ΄ ἥ-

ρωϊ παρθενίας.» ὣς φάτο Κρονίδαις

ἐννέποισα θεά· τοὶ δ΄ ἐπὶ γλεφάροις

νεῦσαν ἀθανάτοισιν· ἐπέων δὲ καρπός

οὐ κατέφθινε. φαντὶ γὰρ ξύν΄ ἀλέγειν

καὶ γάμον Θέτιος ἄ-

νακτα͵ καὶ νεαρὰν ἔδειξαν σοφῶν

στόματ΄ ἀπείροισιν ἀρετὰν Ἀχιλέος·

ὃ καὶ Μύσιον ἀμπελόεν

αἵμαξε Τηλέφου μέλα-

νι ῥαίνων φόνῳ πεδίον

Ϝ’

γεφύρωσέ τ΄ Ἀτρεΐδαι-

σι νόστον͵ Ἑλέναν τ΄ ἐλύσατο͵ Τροΐας

ἶνας ἐκταμὼν δορί͵ ταί νιν ῥύοντό ποτε

μάχας ἐναριμβρότου

ἔργον ἐν πεδίῳ κορύσ-

σοντα͵ Μέμνονός τε βίαν

ὑπέρθυμον Ἕκτορά τ΄ ἄλ-

λους τ΄ ἀριστέας· οἷς δῶμα Φερσεφόνας

μανύων Ἀχιλεύς͵ οὖρος Αἰακιδᾶν͵

Αἴγιναν σφετέραν τε ῥίζαν πρόφαινεν.

τὸν μὲν οὐδὲ θανόντ΄ ἀοιδαὶ ἐπέλιπον͵

ἀλλά οἱ παρά τε πυ-

ρὰν τάφον θ΄ Ἑλικώνιαι παρθένοι

στάν͵ ἐπὶ θρῆνόν τε πολύφαμον ἔχεαν.

ἔδοξ΄ ἦρα καὶ ἀθανάτοις͵

ἐσλόν γε φῶτα καὶ φθίμε-

νον ὕμνοις θεᾶν διδόμεν.

Ζ’

τὸ καὶ νῦν φέρει λόγον͵ ἔσ-

συταί τε Μοισαῖον ἅρμα Νικοκλέος

μνᾶμα πυγμάχου κελαδῆσαι. γεραίρετέ νιν͵

ὃς Ἴσθμιον ἂν νάπος Δωρίων ἔλαχεν σελί-

νων· ἐπεὶ περικτίονας

ἐνίκασε δή ποτε καὶ

κεῖνος ἄνδρας ἀφύκτᾳ χερὶ κλονέων.

τὸν μὲν οὐ κατελέγχει κριτοῦ γενεά

πατραδελφεοῦ· ἁλίκων τῶ τις ἁβρόν

ἀμφὶ παγκρατίου Κλεάνδρῳ πλεκέτω

μυρσίνας στέφανον͵ ἐ-

πεί νιν Ἀλκαθόου τ΄ ἀγὼν σὺν τύχᾳ

ἐν Ἐπιδαύρῳ τε νεότας δέκετο πρίν·

τὸν αἰνεῖν ἀγαθῷ παρέχει·

ἥβαν γὰρ οὐκ ἄπειρον ὑ-

πὸ χειᾷ πω καλῶν δάμασεν.