Έβδομος Ισθμιόνικος, Πίνδαρος
Κείμενο Μετάφραση

Έβδομος Ισθμιόνικος

VII

(454)

<ΣΤΡΕΨΙΑΔΗΙ ΘΗΒΑΙΩΙ ΠΑΓΚΡΑΤΙΩΙ>

Α’

Τίνι τῶν πάρος͵ ὦ μάκαιρα Θήβα͵

καλῶν ἐπιχωρίων μάλιστα θυμὸν τεόν

εὔφρανας; ἦρα χαλκοκρότου πάρεδρον

Δαμάτερος ἁνίκ΄ εὐρυχαίταν

ἄντειλας Διόνυσον͵ ἢ χρυσῷ μεσονύκτιον

νείφοντα δεξαμένα τὸν φέρτατον θεῶν͵

ὁπότ΄ Ἀμφιτρύωνος ἐν θυρέτροις

σταθεὶς ἄλοχον μετῆλθεν Ἡρακλείοις γοναῖς;

ἢ ὅτ΄ ἀμφὶ πυκναῖς Τειρεσίαο βουλαῖς;

ἢ ὅτ΄ ἀμφ΄ Ἰόλαον ἱππόμητιν;

ἢ Σπαρτῶν ἀκαμαντολογχᾶν; ἢ ὅτε καρτερᾶς

Ἄδραστον ἐξ ἀλαλᾶς ἄμπεμψας ὀρφανόν

μυρίων ἑτάρων ἐς Ἄργος ἵππιον;

ἢ Δωρίδ΄ ἀποικίαν οὕνεκεν ὀρθῷ

ἔστασας ἐπὶ σφυρῷ

Λακεδαιμονίων͵ ἕλον δ΄ Ἀμύκλας

Αἰγεῖδαι σέθεν ἔκγονοι͵ μαντεύμασι Πυθίοις;

ἀλλὰ παλαιὰ γάρ 8εὕδει χάρις͵ ἀμνάμονες δὲ βροτοί͵

Β’

ὅ τι μὴ σοφίας ἄωτον ἄκρον

κλυταῖς ἐπέων ῥοαῖσιν ἐξίκηται ζυγέν·

κώμαζ΄ ἔπειτεν ἁδυμελεῖ σὺν ὕμνῳ

καὶ Στρεψιάδᾳ· φέρει γὰρ Ἰσθμοῖ

νίκαν παγκρατίου͵ σθένει τ΄ ἔκπαγλος ἰδεῖν τε μορ-

φάεις͵ ἄγει τ΄ ἀρετὰν οὐκ αἴσχιον φυᾶς.

φλέγεται δὲ ἰοπλόκοισι Μοίσαις͵

μάτρωΐ θ΄ ὁμωνύμῳ δέδωκε κοινὸν θάλος͵

χάλκασπις ᾧ πότμον μὲν Ἄρης ἔμειξεν͵

τιμὰ δ΄ ἀγαθοῖσιν ἀντίκειται.

ἴστω γὰρ σαφὲς ὅστις ἐν ταύτᾳ νεφέλᾳ χάλα-

ζαν αἵματος πρὸ φίλας πάτρας ἀμύνεται͵

λοιγὸν ἀμύνων ἐναντίῳ στρατῷ͵

ἀστῶν γενεᾷ μέγιστον κλέος αὔξων

ζώων τ΄ ἀπὸ καὶ θανών.

τὺ δέ͵ Διοδότοιο παῖ͵ μαχατάν

αἰνέων Μελέαγρον͵ αἰνέων δὲ καὶ Ἕκτορα

Ἀμφιάραόν τε͵ 8εὐανθέ΄ ἀπέπνευσας ἁλικίαν

Γ’

προμάχων ἀν΄ ὅμιλον͵ ἔνθ΄ ἄριστοι

ἔσχον πολέμοιο νεῖκος ἐσχάταις ἐπ΄ ἐλπίσιν.

ἔτλαν δὲ πένθος οὐ φατόν· ἀλλὰ νῦν μοι

Γαιάοχος εὐδίαν ὄπασσεν

ἐκ χειμῶνος. ἀείσομαι χαίταν στεφάνοισιν ἁρ-

μόζων. ὁ δ΄ ἀθανάτων μὴ θρασσέτω φθόνος͵

ὅτι τερπνὸν ἐφάμερον διώκων

ἕκαλος ἔπειμι γῆρας ἔς τε τὸν μόρσιμον

αἰῶνα. θνᾴσκομεν γὰρ ὁμῶς ἅπαντες·

δαίμων δ΄ ἄϊσος· τὰ μακρὰ δ΄ εἴ τις

παπταίνει͵ βραχὺς ἐξικέσθαι χαλκόπεδον θεῶν

ἕδραν· ὅ τοι πτερόεις ἔρριψε Πάγασος

δεσπόταν ἐθέλοντ΄ ἐς οὐρανοῦ σταθμούς

ἐλθεῖν μεθ΄ ὁμάγυριν Βελλεροφόνταν

Ζηνός. τὸ δὲ πὰρ δίκαν

γλυκὺ πικροτάτα μένει τελευτά.

ἄμμι δ΄͵ ὦ χρυσέᾳ κόμᾳ θάλλων͵ πόρε͵ Λοξία͵

τεαῖσιν ἁμίλλαισιν

εὐανθέα καὶ Πυθόϊ στέφανον.