Πέμπτος Ισθμιόνικος, Πίνδαρος
Κείμενο Μετάφραση

Πέμπτος Ισθμιόνικος

V

(478?)

<ΦΥΛΑΚΙΔΑΙ ΑΙΓΙΝΗΤΗΙ ΠΑΙΔΙ ΠΑΓΚΡΑΤΙΩΙ>

Α’

Μᾶτερ Ἀελίου πολυώνυμε Θεία͵

σέο ἕκατι καὶ μεγασθενῆ νόμισαν

χρυσὸν ἄνθρωποι περιώσιον ἄλλων·

καὶ γὰρ ἐριζόμεναι

νᾶες ἐν πόντῳ καὶ ὑφ΄ ἅρμασιν ἵπποι

διὰ τεάν͵ ὤνασσα͵ τιμὰν ὠκυδινά-

τοις ἐν ἁμίλλαισι θαυμασταὶ πέλονται͵

ἔν τ΄ ἀγωνίοις ἀέθλοισι ποθεινόν

κλέος ἔπραξεν͵ ὅντιν΄ ἀθρόοι στέφανοι

χερσὶ νικάσαντ΄ ἀνέδησαν ἔθειραν

ἢ ταχυτᾶτι ποδῶν.

κρίνεται δ΄ ἀλκὰ διὰ δαίμονας ἀνδρῶν.

δύο δέ τοι ζωᾶς ἄωτον μοῦνα ποιμαί-

νοντι τὸν ἄλπνιστον͵ εὐανθεῖ σὺν ὄλβῳ

εἴ τις εὖ πάσχων λόγον ἐσλὸν ἀκούῃ.

μὴ μάτευε Ζεὺς γενέσθαι· πάντ΄ ἔχεις͵

εἴ σε τούτων μοῖρ΄ ἐφίκοιτο καλῶν.

θνατὰ θνατοῖσι πρέπει.

τὶν δ΄ ἐν Ἰσθμῷ διπλόα θάλλοισ΄ ἀρετά͵

Φυλακίδ΄͵ ἄγκειται͵ Νεμέᾳ δὲ καὶ ἀμφοῖν

Πυθέᾳ τε͵ παγκρατίου. τὸ δ΄ ἐμόν͵

οὐκ ἄτερ Αἰακιδᾶν͵ κέαρ ὕμνων γεύεται·

σὺν Χάρισιν δ΄ ἔμολον Λάμπωνος υἱοῖς

Β’

τάνδ΄ ἐς εὔνομον πόλιν. εἰ δὲ τέτραπται

θεοδότων ἔργων κέλευθον ἂν καθαράν͵

μὴ φθόνει κόμπον τὸν ἐοικότ΄ ἀοιδᾷ

κιρνάμεν ἀντὶ πόνων.

καὶ γὰρ ἡρώων ἀγαθοὶ πολεμισταί

λόγον ἐκέρδαναν· κλέονται δ΄ ἔν τε φορμίγ-

γεσσιν ἐν αὐλῶν τε παμφώνοις ὁμοκλαῖς

μυρίον χρόνον· μελέταν δὲ σοφισταῖς

Διὸς ἕκατι πρόσβαλον σεβιζόμενοι·

ἐν μὲν Αἰτωλῶν θυσίαισι φαενναῖς

Οἰνεΐδαι κρατεροί͵

ἐν δὲ Θήβαις ἱπποσόας Ἰόλαος

γέρας ἔχει͵ Περσεὺς δ΄ ἐν Ἄργει͵ Κάστορος δ΄ αἰχ-

μὰ Πολυδεύκεός τ΄ ἐπ΄ Εὐρώτα ῥεέθροις.

ἀλλ΄ ἐν Οἰνώνᾳ μεγαλήτορες ὀργαί

Αἰακοῦ παίδων τε· τοὶ καὶ σὺν μάχαις

δὶς πόλιν Τρώων πράθον͵ ἑσπόμενοι

Ἡρακλῆϊ πρότερον͵

καὶ σὺν Ἀτρείδαις. ἔλα νῦν μοι πεδόθεν·

λέγε͵ τίνες Κύκνον͵ τίνες Ἕκτορα πέφνον͵

καὶ στράταρχον Αἰθιόπων ἄφοβον

Μέμνονα χαλκοάραν· τίς ἄρ΄ ἐσλὸν Τήλεφον

τρῶσεν ἑῷ δροὶ Καΐκου παρ΄ ὄχθαις;

Γ’

τοῖσιν Αἴγιναν προφέρει στόμα πάτραν͵

διαπρεπέα νᾶσον· τετείχισται δὲ πάλαι

πύργος ὑψηλαῖς ἀρεταῖς ἀναβαίνειν.

πολλὰ μὲν ἀρτιεπής

γλῶσσά μοι τοξεύματ΄ ἔχει περὶ κείνων

κελαδέσαι· καὶ νῦν ἐν Ἄρει μαρτυρήσαι

κεν πόλις Αἴαντος ὀρθωθεῖσα ναύταις

ἐν πολυφθόρῳ Σαλαμὶς Διὸς ὄμβρῳ

ἀναρίθμων ἀνδρῶν χαλαζάεντι φόνῳ.

ἀλλ΄ ὅμως καύχαμα κατάβρεχε σιγᾷ·

Ζεὺς τά τε καὶ τὰ νέμει͵

Ζεὺς ὁ πάντων κύριος. ἐν δ΄ ἐρατεινῷ

μέλιτι καὶ τοιαίδε τιμαὶ καλλίνικον

χάρμ΄ ἀγαπάζοντι. μαρνάσθω δέ τις ἔρδων

ἀμφ΄ ἀέθλοισιν γενεὰν Κλεονίκου

ἐκμαθών· οὔτοι τετύφλωται μακρός

μόχθος ἀνδρῶν οὐδ΄ ὁπόσαι δαπάναι

ἐλπίδ΄ ἔκνιξαν ὄπιν.

αἰνέω καὶ Πυθέαν ἐν γυιοδάμαις

Φυλακίδᾳ πλαγᾶν δρόμον εὐθυπορῆσαι͵

χερσὶ δεξιόν͵ νόῳ ἀντίπαλον.

λάμβανέ οἱ στέφανον͵ φέρε δ΄ εὔμαλλον μίτραν͵

καὶ πτερόεντα νέον σύμπεμψον ὕμνον.