Πρώτος Ισθμιόνικος, Πίνδαρος
Κείμενο Σχόλια

Πρώτος Ισθμιόνικος

Ι (458?)

<ΗΡΟΔΟΤΩΙ ΘΗΒΑΙΩΙ ΑΡΜΑΤΙ>

Α΄

Μᾶτερ ἐμά͵ τὸ τεόν͵ χρύσασπι Θήβα͵

πρᾶγμα καὶ ἀσχολίας ὑπέρτερον

θήσομαι. μή μοι κραναὰ νεμεσάσαι

Δᾶλος͵ ἐν ᾇ κέχυμαι.

τί φίλτερον κεδνῶν τοκέων ἀγαθοῖς;

εἶξον͵ ὦ Ἀπολλωνιάς· ἀμφοτερᾶν

τοι χαρίτων σὺν θεοῖς ζεύξω τέλος͵

καὶ τὸν ἀκερσεκόμαν Φοῖβον χορεύων

ἐν Κέῳ ἀμφιρύτᾳ σὺν ποντίοις

ἀνδράσιν͵ καὶ τὰν ἁλιερκέα Ἰσθμοῦ

δειράδ΄· ἐπεὶ στεφάνους

ἓξ ὤπασεν Κάδμου στρατῷ ἐξ ἀέθλων͵

καλλίνικον πατρίδι κῦδος. ἐν ᾇ

καὶ τὸν ἀδείμαντον Ἀλκμήνα τέκεν

παῖδα͵ θρασεῖαι τόν ποτε Γηρυόνα φρῖξαν κύνες.

ἀλλ΄ ἐγὼ Ἡροδότῳ τεύ-

χων τὸ μὲν ἅρματι τεθρίππῳ γέρας͵

ἁνία τ΄ ἀλλοτρίαις οὐ χερσὶ νωμάσαντ΄ ἐθέλω

ἢ Καστορείῳ ἢ Ἰολάοι΄ ἐναρμόξαι νιν ὕμνῳ.

κεῖνοι γὰρ ἡρώων διφρηλάται Λακεδαίμονι καὶ

Θήβαις ἐτέκνωθεν κράτιστοι·

Î’’

ἔν τ΄ ἀέθλοισι θίγον πλείστων ἀγώνων͵

καὶ τριπόδεσσιν ἐκόσμησαν δόμον

καὶ λεβήτεσσιν φιάλαισί τε χρυσοῦ͵

γευόμενοι στεφάνων

νικαφόρων· λάμπει δὲ σαφὴς ἀρετά

ἔν τε γυμνοῖσι σταδίοις σφίσιν ἔν

τ΄ ἀσπιδοδούποισιν ὁπλίταις δρόμοις͵

οἷά τε χερσὶν ἀκοντίζοντες αἰχμαῖς

καὶ λιθίνοις ὁπότ΄ ἐν δίσκοις ἵεν.

οὐ γὰρ ἦν πενταέθλιον͵ ἀλλ΄ ἐφ΄ ἑκάστῳ

ἔργματι κεῖτο τέλος.

τῶν ἀθρόοις ἀνδησάμενοι θαμάκις

ἔρνεσιν χαίτας ῥεέθροισί τε Δίρ-

κας ἔφανεν καὶ παρ΄ Εὐρώτᾳ πέλας͵

Ἰφικλέος μὲν παῖς ὁμόδαμος ἐὼν Σπαρτῶν γένει͵

Τυνδαρίδας δ΄ ἐν Ἀχαιοῖς

ὑψίπεδον Θεράπνας οἰκέων ἕδος.

χαίρετ΄. ἐγὼ δὲ Ποσειδάωνι Ἰσθμῷ τε ζαθέᾳ

Ὀγχηστίαισίν τ΄ ἀϊόνεσσιν περιστέλλων ἀοιδάν

γαρύσομαι τοῦδ΄ ἀνδρὸς ἐν τιμαῖσιν ἀγακλέα τὰν

Ἀσωποδώρου πατρὸς αἶσαν

Γ΄

Ἐρχομενοῖό τε πατρῳαν ἄρουραν͵

ἅ νιν ἐρειδόμενον ναυαγίαις

ἐξ ἀμετρήτας ἁλὸς ἐν κρυοέσσᾳ

δέξατο συντυχίᾳ·

νῦν δ΄ αὖτις ἀρχαίας ἐπέβασε Πότμος

συγγενὴς εὐαμερίας. ὁ πονή-

σαις δὲ νόῳ καὶ προμάθειαν φέρει·

εἰ δ΄ ἀρετᾷ κατάκειται πᾶσαν ὀργάν͵

ἀμφότερον δαπάναις τε καὶ πόνοις͵

χρή νιν εὑρόντεσσιν ἀγάνορα κόμπον

μὴ φθονεραῖσι φέρειν

γνώμαις. ἐπεὶ κούφα δόσις ἀνδρὶ σοφῷ

ἀντὶ μόχθων παντοδαπῶν ἔπος εἰ-

πόντ΄ ἀγαθὸν ξυνὸν ὀρθῶσαι καλόν.

μισθὸς γὰρ ἄλλοις ἄλλος ἐπ΄ ἔργμασιν ἀνθρώποις

γλυκύς͵

μηλοβότᾳ τ΄ ἀρότᾳ τ΄ ὀρ-

νιχολόχῳ τε καὶ ὃν πόντος τράφει.

γαστρὶ δὲ πᾶς τις ἀμύνων λιμὸν αἰανῆ τέταται·

ὃς δ΄ ἀμφ΄ ἀέθλοις ἢ πολεμίζων ἄρηται κῦδος ἁβρόν͵

εὐαγορηθεὶς κέρδος ὕψιστον δέκεται͵ πολια-

τᾶν καὶ ξένων γλώσσας ἄωτον.

Δ’

ἄμμι δ΄ ἔοικε Κρόνου σεισίχθον΄ υἱόν

γείτον΄ ἀμειβομένοις εὐεργέταν

ἁρμάτων ἱπποδρόμιον κελαδῆσαι͵

καὶ σέθεν͵ Ἀμφιτρύων͵

παῖδας προσειπεῖν τὸν Μινύα τε μυχόν

καὶ τὸ Δάματρος κλυτὸν ἄλσος Ἐλευ-

σῖνα καὶ Εὔβοιαν ἐν γναμπτοῖς δρόμοις·

Πρωτεσίλα͵ τὸ τεὸν δ΄ ἀνδρῶν Ἀχαιῶν

ἐν Φυλάκᾳ τέμενος συμβάλλομαι.

πάντα δ΄ ἐξειπεῖν͵ ὅσ΄ ἀγώνιος Ἑρμᾶς

Ἡροδότῳ ἔπορεν

ἵπποις͵ ἀφαιρεῖται βραχὺ μέτρον ἔχων

ὕμνος. ἦ μὰν πολλάκι καὶ τὸ σεσω-

παμένον εὐθυμίαν μείζω φέρει.

εἴη νιν εὐφώνων πτερύγεσσιν ἀερθέντ΄ ἀγλααῖς

Πιερίδων͵ ἔτι καὶ Πυ-

θῶθεν Ὀλυμπιάδων τ΄ ἐξαιρέτοις

Ἀλφεοῦ ἔρνεσι φράξαι χεῖρα τιμὰν ἑπταπύλοις

Θήβαισι τεύχοντ΄. εἰ δέ τις ἔνδον νέμει πλοῦτον κρυφαῖον͵

ἄλλοισι δ΄ ἐμπίπτων γελᾷ͵ ψυχὰν Ἀΐδᾳ τελέων

οὐ φράζεται δόξας ἄνευθεν.