845-878, Θέογνις
Κείμενο Σχόλια

845-846
εὖ μὲν κείμενον ἄνδρα κακῶς θέμεν εὐμαρές ἐστιν,
εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.

847-850
λὰξ ἐπίβα δήμωι κενεόφρονι, τύπτε δὲ κέντρωι
ὀξέι καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει∙
οὐ γὰρ ἔθ’ εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾶι.

851-852
Ζεὺς ἄνδρ’ ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρον
μαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει.

853-854
ἤιδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώιον ἤδη,  
οὕνεκα τοῖς δειλοῖς οὐδεμί’ ἐστὶ χάρις.            

855-856
πολλάκις ἡ πόλις ἥδε δι’ ἡγεμόνων κακότητα
ὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.

857-860
τῶν δὲ φίλων εἰ μέν τις ὁρᾶι μέ τι δειλὸν ἔχοντα,
αὐχέν’ ἀποστρέψας οὐδ’ ἐσορᾶν ἐθέλει∙
ἢν δέ τί μοί ποθεν ἐσθλόν, ἃ παυράκι γίνεται ἀνδρί,
πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω.

861-864
οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναι
ἀνδρῶν φαινομένων∙ ἀλλ’ ἐγὼ αὐτομάτη
ἑσπερίη Ï„’ ἔξειμι καὶ ὀρθρίη αὖτις ἔσειμι
ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.

865-868
πολλοῖς ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον
ἐσθλόν, ὃς οὔτ’ αὐτῶι βέλτεορς οὐδὲν ἐὼν
οὔτε φίλοις∙ ἀρετῆς δὲ μέγα κλέος οὔποτ’ ὀλεῖται∙
αἰχμητὴς γὰρ ἀνὴρ γῆν τε καὶ ἄστυ σαοῖ.

869-872
ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθεν
χάλκεος, ἀνθρώπων δεῖμα παλαιγενέων,
εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσιν,
τοῖς δ’ ἐχθροῖς ἀνίη καὶ μέγα πῆμ’ ἔσομαι.

873-876
οἶνε, Ï„á½° μέν σ’ αἰνῶ, Ï„á½° δὲ μέμφομαι∙ οὐδέ σε πάμπαν
οὔτέ ποτ’ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
ἐσθλὸν καὶ κακόν ἐσσι. τίς ἂν σέ γε μωμήσαιτο,
τίς δ’ ἂν ἐπαινήσαι μέτρον ἔχων σοφίης;

877-878
ἥβα μοι φίλε θυμέ∙ τάχ’ αὖ τινες ἄλλοι ἔσονται  
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν’ ἔσομαι.